Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.297 Joseph. AJ 8.301 (English) >>Joseph. AJ 8.305

8.299οὗτος γὰρ ἐν Θαρσάλῃ πόλει διατρίβων καὶ ταύτην οἰκητήριον πεποιηκὼς εἴκοσι μὲν ἐβασίλευσεν ἔτη καὶ τέσσαρα, πονηρὸς δὲ καὶ ἀσεβὴς ὑπὲρ Ἱεροβόαμον καὶ τὸν υἱὸν αὐτοῦ γενόμενος πολλὰ καὶ τὸ πλῆθος κακὰ διέθηκε καὶ τὸν θεὸν ἐξύβρισεν· ὃς αὐτῷ πέμψας Ἰηοῦν τὸν προφήτην προεῖπε διαφθερεῖν αὐτοῦ πᾶν τὸ γένος καὶ τοῖς αὐτοῖς οἷς καὶ τὸν Ἱεροβοάμου κακοῖς περιέβαλεν οἶκον ἐξολέσειν, 8.300ὅτι βασιλεὺς ὑπʼ αὐτοῦ γενόμενος οὐκ ἠμείψατο τὴν εὐεργεσίαν τῷ δικαίως προστῆναι τοῦ πλήθους καὶ εὐσεβῶς, ἅπερ αὐτοῖς πρῶτον τοῖς οὖσι τοιούτοις ἀγαθὰ ἔπειτα τῷ θεῷ φίλα, τὸν δὲ κάκιστον Ἱεροβόαμον ἐμιμήσατο καὶ τῆς ψυχῆς ἀπολομένης τῆς ἐκείνου ζῶσαν αὐτοῦ τὴν πονηρίαν ἐνεδείξατο· πεῖραν οὖν ἕξειν εἰκότως τῆς ὁμοίας συμφορᾶς αὐτὸν ἔλεγεν ὅμοιον αὐτῷ γενόμενον. 8.301Βασάνης δὲ προακηκοὼς τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι κακὰ μεθʼ ὅλης τῆς γενεᾶς ἐπὶ τοῖς τετολμημένοις οὐ πρὸς τὸ λοιπὸν ἡσύχασεν, ἵνα μὴ μᾶλλον πονηρὸς δόξας ἀποθάνῃ καὶ περὶ τῶν παρῳχημένων ἔκτοτε γοῦν μετανοήσας συγγνώμης τύχῃ, 8.302ἀλλʼ ὥσπερ οἱ προκειμένων αὐτοῖς ἄθλων ἐπὰν περί τι σπουδάσωσιν οὐ διαλείπουσι περὶ τοῦτο ἐνεργοῦντες, οὕτω καὶ Βασάνης προειρηκότος αὐτῷ τοῦ προφήτου τὰ μέλλοντα ὡς ἐπʼ ἀγαθοῖς τοῖς μεγίστοις κακοῖς ὀλέθρῳ γένους καὶ οἰκίας ἀπωλείᾳ χείρων ἐγένετο, καὶ καθʼ ἑκάστην ἡμέραν ὥσπερ ἀθλητὴς κακίας τοῖς περὶ ταύτην πόνοις προσετίθει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.297 Joseph. AJ 8.301 (English) >>Joseph. AJ 8.305

Powered by PhiloLogic